Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.119 Joseph. AJ 12.123 (English) >>Joseph. AJ 12.128

12.121καὶ μετὰ ταῦτα κρατήσαντος Οὐεσπασιανοῦ καὶ Τίτου τοῦ υἱοῦ αὐτοῦ τῆς οἰκουμένης δεηθέντες οἱ Ἀλεξανδρεῖς καὶ Ἀντιοχεῖς, ἵνα τὰ δίκαια τὰ τῆς πολιτείας μηκέτι μένῃ τοῖς Ἰουδαίοις, οὐκ ἐπέτυχον. 12.122ἐξ οὗ τις ἂν κατανοήσειεν τὴν Ῥωμαίων ἐπιείκειαν καὶ μεγαλοφροσύνην, μάλιστα δὲ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτι καίτοι πολλὰ πονήσαντες ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ καὶ πικρῶς πρὸς αὐτοὺς ἔχοντες, ὅτι μὴ παρέδοσαν αὐτοῖς τὰ ὅπλα μέχρις δʼ ἐσχάτου πολεμοῦντες ὑπέμειναν, 12.123οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο· ἅμα γὰρ καὶ τῆς πρότερον ὀργῆς καὶ τῆς τῶν Ἀλεξανδρέων καὶ Ἀντιοχέων δήμων μεγίστων παρακλήσεως ἐκράτησαν, 12.124ὥστε μηδὲν μήθʼ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθʼ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ἰουδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων. 12.125

Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν· τῶν γὰρ Ἰώνων κινηθέντων ἐπʼ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος Σελεύκου υἱωνὸς παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.119 Joseph. AJ 12.123 (English) >>Joseph. AJ 12.128

Powered by PhiloLogic